Μικρὰ Πατερικά
Γυνή τις ἔχουσα καρκῖνον
ΥΝΗ ΤΙΣ ἔχουσα πάθος κατὰ τοῦ μαστοῦ αὐτῆς, τὸ λεγόμενον καρκῖνον, ἀκούσασα περὶ τοῦ Ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ· ἐκάθητο οὖν οὗτος, ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας· ἐπιζητούσης δὲ τῆς γυναικός, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν· καὶ εὑροῦσα αὐτόν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ Ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ, μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν· ὁ δέ φησι, τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι· τί δέ ἐστιν ὃ ἔχεις; ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος· ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτήν, εἰπών· ἄπελθε καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γάρ, οὐδέν σε δύναται ὠφελῆσαι· ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ καὶ ἐθεραπεύθη παραχρῆμα· μετὰ ταῦτα, διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ Ἀββᾶς Λογγῖνος.
Γιὰ κάποια γυναίκα ποὺ εἶχε καρκίνο
Κάποια γυναίκα ποὺ…
View original post 190 more words
Leave a Reply