Μικρὰ Πατερικά
Εὔξαιὑπὲρἐμοῦ, πάτερ
ΔΙΗΓΗΣΑΤΟ τις τῶν πατέρων ἡμῖν ἐν Θεουπόλει, λέγων, ὅτι.
Ἀνήλθομεν ἐν μιᾷ εἰς τὸ ὄρος τὸ Ἀμανόν, διά τινα χρείαν, καὶ εὗρον σπήλαιον καὶ εἰσελθὼν εὑρίσκω ἀναχωρητὴν κλίναντα μὲν τὰ γόνατα αὐτοῦ, τὰς δὲ χεῖρας ἐκτεταμένας ἔχοντα εἰς τὸν οὐρανόν, ἔχοντα δὲ καὶ τὰς τρίχας τῆς κεφαλῆς ἕως ἐδάφους. Ἐγὼ δὲ νομίσας αὐτὸν ζῇν, ἔβαλον αὐτῷ μετάνοιαν, λέγων.
«Εὔξαι ὑπὲρ ἐμοῦ, πάτερ.»
Ὡς οὖν οὐδὲν ἀπεκρίθη μοι, ἐγερθεὶς ἀπῆλθον πλησίον αὐτοῦ ἀσπάζεσθαι αὐτὸν καὶ κρατήσας αὐτὸν εὗρον αὐτὸν νεκρὸν καὶ ἐάσας ἐξῆλθον. Ἀπελθὼν ὀλίγον, θεωρῶ ἄλλο σπήλαιον καὶ εἰσελθών, εὗρον γέροντα. Ὁ δὲ λέγει μοι.
«Καλῶς ἦλθες, ἀδελφέ· εἰσῆλθες εἰς τὸ ἄλλο σπήλαιον τοῦ γέροντος;»
Ἐγὼ δὲ ἀποκριθεὶς εἶπον αὐτῷ.
«Ναί, πάτερ.»
Καὶ λέγει…
View original post 313 more words
Leave a Reply